Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.17 Dem. 45.20 (English) >>Dem. 45.23

45.19οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν, ὡς ἂν μάλισθʼ οἱ <μὲν> δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι, ἐγὼ δʼ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι, οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες. καίτοι τό γʼ ἐναντίον ᾤοντο τούτου. ἵνα δʼ εἰδῆτε ταῦθʼ ὅτι ἀληθῆ λέγω, λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν.Μαρτυρία

Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον, ἐφʼ ἐπιγεγράφθαιδιαθήκη Πασίωνος.”

45.20οὐκοῦν ἦν ἁπλοῦν, ἄνδρες δικασταί, τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαιεἶναι δὲ τὸ γραμματεῖον, αὐτὸς παρέχει, τοῦτο”, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν. ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτʼ ὀργῆς ἄξιον, καὶ δίκην ἂν ὑμᾶς παρʼ αὑτοῦ λαβεῖν, γραμματεῖον δʼ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν. ἔστι δὲ τοῦτʼ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν. 45.21εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκηςΠασίωνος καὶ Φορμίωνος”, πρὸς Φορμίωνα”, τοιοῦτό τι, εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ· εἰ δέ, ὥσπερ μεμαρτύρηκεν, ἐπῆνδιαθήκη Πασίωνος”, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ, συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι, συνειδὼς δʼ ὑπεναντίαν οὖσαν, εἴπερ ἦν τοιαύτη, τοῖς ἐμαυτῷ συμφέρουσιν, κληρονόμος δʼ ὢν καὶ ταύτης, εἴπερ ἦν τοὐμοῦ πατρός, καὶ τῶν ἄλλων <τῶν> πατρῴων ὁμοίως;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.17 Dem. 45.20 (English) >>Dem. 45.23

Powered by PhiloLogic